Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.101 Joseph. AJ 6.106 (English) >>Joseph. AJ 6.110

6.104ὑπολαβὼν δὲ Σαμουῆλοςἀλλὰ σύγε, φησίν, εἰ δίκαιος ἦσθα καὶ μὴ παρήκουσας ἐμοῦ μηδʼ ὧν ὑπέθετό μοι περὶ τῶν παρόντων θεὸς ὠλιγώρησας ταχύτερος συνέφερε τοῖς πράγμασι γεγονὼς, σοί τʼ αὐτῷ πλεῖστον ἂν 6.105βασιλεῦσαι χρόνον ἐξεγένετο καὶ τοῖς σοῖς ἐγγόνοις.” καὶ Σαμουῆλος μὲν ἀχθόμενος ἐπὶ τοῖς γεγενημένοις ἀνεχώρησε παρʼ αὑτὸν, Σαοῦλος δὲ εἰς Γαβαὼν πόλιν ἔχων ἑξακοσίους μεθʼ ἑαυτοῦ μόνον ἧκε σὺν Ἰωνάθῃ τῷ παιδί. τούτων δὲ οἱ πλείους οὐκ εἶχον ὅπλα τῆς χώρας σπανιζούσης σιδήρου καὶ τῶν ὅπλα χαλκεύειν δυναμένων· οὐ γὰρ εἴων οἱ Παλαιστῖνοι ταῦτα εἶναι, καθὼς μικρὸν ἔμπροσθεν δεδηλώκαμεν. 6.106διελόντες δʼ εἰς τρία μέρη τὴν στρατιὰν οἱ Παλαιστῖνοι καὶ κατὰ τοσαύτας ὁδοὺς ἐπερχόμενοι τὴν τῶν Ἑβραίων χώραν ἐπόρθουν, βλεπόντων τε Σαούλου τοῦ βασιλέως αὐτῶν καὶ τοῦ παιδὸς Ἰωνάθου ἀμῦναί τε τῇ γῇ, μεθʼ ἑξακοσίων γὰρ μόνων ἦσαν, οὐ δυναμένων. 6.107καθεζόμενοι δʼ αὐτός τε καὶ παῖς αὐτοῦ καὶ ἀρχιερεὺς Ἐχίας ἀπόγονος ὢν Ἠλὶ τοῦ ἀρχιερέως ἐπὶ βουνοῦ ὑψηλοῦ καὶ τὴν γῆν λεηλατουμένην ὁρῶντες ἐν ἀγωνίᾳ δεινῇ καθεστήκεσαν. συντίθεται δὲ Σαούλου παῖς τῷ ὁπλοφόρῳ, κρύφα πορευθέντες αὐτοὶ εἰς τὴν τῶν πολεμίων παρεμβολὴν ἐκδραμεῖν καὶ ταραχὴν ἐμποιῆσαι καὶ θόρυβον αὐτοῖς.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.101 Joseph. AJ 6.106 (English) >>Joseph. AJ 6.110

Powered by PhiloLogic